Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.66 Joseph. AJ 16.71 (English) >>Joseph. AJ 16.76

16.69τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλʼ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα. 16.70τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδʼ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ διʼ αὐτοχειρίας. 16.71τέλος οὖν ἀνεπλήσθη πᾶσα πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρʼ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν. 16.72οἱ γὰρ οὕτως ἀχθόμενοι τῷ θανάτῳ τῆς μητρός, ἐπειδὴ κἀκείνην καὶ σφᾶς αὐτοὺς κακῶς ἔλεγεν, ἐφιλονείκουν ἐλεεινὴν μέν, ὥσπερ ἦν, ἀποφαίνειν τὴν καταστροφὴν τῆς μητρός, ἐλεεινοὺς δὲ αὐτούς, οἳ τοῖς ἐκείνης φονεῦσιν ἀναγκάζονται συζῆν καὶ τῶν αὐτῶν μεταλαμβάνειν. 16.73

Ταῦτα προῄει μειζόνως καιρὸν ἐχούσης τῆς στάσεως ἐν ἀποδημίᾳ τοῦ βασιλέως. ὡς δʼ ἐπανῆλθεν Ἡρώδης καὶ τῷ πλήθει διελέξατο, καθὼς προειρήκαμεν, προσέπιπτον εὐθὺς οἱ λόγοι παρά τε τοῦ Φερώρα καὶ τῆς Σαλώμης μέγαν αὐτῷ τὸν κίνδυνον εἶναι τὸν παρὰ τῶν νεανίσκων ἀνάφανδα διαπειλουμένων, ὡς οὐκ ἀνέξονται μὴ τισάμενοι τῆς μητρὸς τὸν φόνον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.66 Joseph. AJ 16.71 (English) >>Joseph. AJ 16.76

Powered by PhiloLogic